Add parallel Print Page Options

18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, [a]ἐπιθήσει ὁ θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, [b]ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.

20 Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναί· ἔρχομαι ταχύ. Ἀμήν· [c]ἔρχου, κύριε Ἰησοῦ.

21 Ἡ χάρις τοῦ κυρίου [d]Ἰησοῦ μετὰ [e]πάντων.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:18 ἐπιθήσει WH Treg NIV ] ἐπιθήσαι RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:19 ἀφελεῖ WH Treg NIV ] ἀφέλοι RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:20 ἔρχου WH Treg NIV ] Ναί ἔρχου RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:21 Ἰησοῦ Treg NIV ] + Χριστοῦ WH RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:21 πάντων Holmes NA ] τῶν ἁγίων WH Treg; τῶν ἁγίων. ἀμήν NIV; πάντων τῶν ἁγίων. Ἀμήν RP